Ι.Ν Αγίου Ιωάννου Χρυσοστόμου Πρεβέζης

Προσευχές

Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Βασιλεῦ, Οὐράνιε, Παράκλητε, τό πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἡμῖν καί καθάρισον ἡμᾶς ἀπό πάσης κηλίδος καί σῶσον Ἀγαθέ τάς ψυχάς ἡμῶν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ΄).

Δόξα… Καί νῦν…

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον (γ΄) Δόξα…Καί νῦν...

Πατέρα μας επουράνιε,

ας αγιασθεί το όνομά Σου,

ας έλθει η βασιλεία Σου,

ας γίνει το θέλημά Σου

όπως στον ουρανό,

έτσι και στην γη.

Δώσε μας σήμερα τον απαραίτητο

(για την ζωή μας) άρτο.

Συγχώρησε τα αμαρτήματά μας

όπως και μεις συγχωρούμε των άλλων.

Προστάτευσέ μας από δοκιμασίες.

Περιφρούρησέ μας από τον πονηρό.

Γιατί η αληθινή δύναμη

και η δόξα είναι δική Σου,

του Πατρός και του Υιού

και του Αγίου Πνεύματος,

τώρα και πάντοτε

και στους αιώνες των αιώνων. Αμήν.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν. Ἐλέησον ἡμᾶς.

Δόξα Πατρὶ.

Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν, καὶ ἀεί.

Τῆς εὐσπλαγχνίας τὴν πύλην, ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσωμεν· ρυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Δοξολογία

Δόξα ἐν ὑψίστοις Θεῷ, καί ἐπί γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Ὑμνοῦμέν Σε, εὐλογοῦμέν Σε, προσκυνοῦμέν Σε, δοξολογοῦμέν Σε, εὐχαριστοῦμέν Σοι, διά τήν μεγάλην Σου δόξαν.

Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱέ μονογενές, Ἰησοῦ Χριστέ, καί Ἅγιον Πνεῦμα.

Κύριε, ὁ Θεός, ὁ Ἀμνός τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τήν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τάς ἁμαρτίας τοῦ κόσμου.

Πρόσδεξαι τήν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός καί ἐλέησον ἡμᾶς.

Ὅτι Σύ εἶ μόνος Ἅγιος, Σύ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω Σε καί αἰνέσω τό Ὄνομά Σου εἰς τόν αἰῶνα, καί εἰς τόν αἰῶνα τοῦ αἰῶνος.

Κύριε, καταφυγή ἐγενήθης ἡμῖν ἐν γενεᾷ καί γενεᾷ. Ἐγὼ εἶπα, Κύριε, ἐλέησόν με, ἴασαι τήν ψυχήν μου, ὅτι ἥμαρτόν Σοι.

Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.

Ὅτι παρά Σοί πηγή ζωῆς, ἐν τῷ φωτί Σου ὀψόμεθα φῶς.

Παράτεινον τό ἔλεός Σου τοῖς γινώσκουσί Σε.

Καταξίωσον Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

Εὐλογητός εἶ, Κύριε, ὁ Θεός τῶν Πατέρων ἡμῶν, καί αἰνετόν καί δεδοξασμένον τό ὄνομά Σου εἰς τούς αἰῶνας. Ἀμήν.

Γένοιτο, Κύριε, τό ἔλεός Σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπί Σέ.

Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά Σου.

Εὐλογητός εἶ, Δέσποτα, συνέτισόν με τά δικαιώματά Σου.

Εὐλογητός εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί Σου.

Κύριε τό ἔλεός Σου εἰς τόν αἰῶνα, τά ἔργα τῶν χειρῶν Σου μή παρίδῃς.

Σοί πρέπει αἶνος, Σοί πρέπει ὕμνος, Σοί δόξα πρέπει, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κατηγορία: /