Προσευχές

Για την περίοδο από την Κυριακή

του Θωμά έως την Τετάρτη

της αποδόσεως του Πάσχα.

Κανόνας Αναστάσεως

Ποίημα Ἰωάννου Δαμασκηνοῦ

ᾠδή α΄

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί· πάσχα Κυρίου πάσχα. Ἐκ γάρ θανάτου πρός ζωήν καί ἐκ γῆς πρός οὐρανόν Χριστός ὁ Θεός ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾂδοντας.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Καθαρθῶμεν τάς αἰσθήσεις καί ὀψόμεθα τῷ ἀπροσίτῳ φωτί τῆς ἀναστάσεως Χριστόν ἐξαστράπτοντα, καί Χαίρετε φάσκοντα τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾂδοντες.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Οὐρανοί μέν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δέ ἀγαλλιάσθω, ἑορταζέτω δέ κόσμος ὁρατός τε ἅπας καί ἀόρατος· Χριστός γάρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

ᾠδή γ΄

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καί γῆ καί τά καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις τήν ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Χθές συνεθαπτόμην σοι, Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι· συνεσταυρούμην σοι χθές· αὐτός με συνδόξασον, Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

ᾠδή δ΄

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Ἐπί τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ στήτω μεθ’ ἡμῶν καί δεικνύτω φαεσφόρον ἄγγελον διαπρυσίως λέγοντα· σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Ἄρσεν μέν ὡς διανοῖξαν τήν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός· ὡς βρωτός δέ, ἀμνός προσηγόρευται· ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τό ἡμέτερον πάσχα· καί ὡς Θεός ἀληθής τέλειος λέλεκται.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Ὡς ἐνιαύσιος ἀμνός ὁ εὐλογούμενος ἡμῖν στέφανος χρηστός ἑκουσίως ὑπέρ πάντων τέθυται, πάσχα τό καθαρτήριον· καί αὖθις ἐκ τοῦ τάφου ὡραῖος δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Ὁ θεοπάτωρ μέν Δαυίδ πρό τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν· ὁ λαός δέ τοῦ Θεοῦ ὁ ἅγιος, τήν τῶν συμβόλων ἔκβασιν ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

ᾠδή ε΄

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Ὀρθρίσωμεν ὄρθρου βαθέος καί ἀντί μύρου τόν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ καί Χριστόν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωήν ἀνατέλλοντα.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Τήν ἄμετρόν σου εὐσπλαγχνίαν οἱ ταῖς τοῦ ᾅδου σειραῖς συνεχόμενοι δεδορκότες, πρός τό φῶς ἠπείγοντο, Χριστέ, ἀγαλλομένῳ ποδί, πάσχα κροτοῦντες αἰώνιον.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Προσέλθωμεν λαμπαδηφόροι τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος ὡς Νυμφίῳ καί συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι πάσχα Θεοῦ τό σωτήριον.

ᾠδή στ΄

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς καί συνέτριψας μοχλούς αἰωνίους, κατόχους πεπεδημένων, Χριστέ, καί τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Φυλάξας τά σήμαντρα σῷα, Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τάς κλεῖς τῆς Παρθένου μή λυμηνάμενος ἐν τῷ τόκῳ σου, καί ἀνέῳξας ἡμῖν Παραδείσου τάς πύλας.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Σῶτέρ μου, τό ζῶν τε καί ἄθυτον ἱερεῖον, ὡς Θεός σεαυτόν ἑκουσίως προσαγαγών τῷ Πατρί, συνανέστησας παγγενῆ τόν Ἀδάμ ἀναστάς ἐκ τοῦ τάφου.

ᾠδή ζ΄

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός καί διά πάθους τό θνητόν ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητός τῶν πατέρων Θεός καί ὑπερένδοξος.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Γυναῖκες μετά μύρων θεόφρονες ὀπίσω σου ἔδραμον· ὃν δέ ὡς θνητόν μετά δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καί πάσχα τό μυστικόν σοῖς, Χριστέ, μαθηταῖς εὐηγγελίσαντο.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾅδου τήν καθαίρεσιν, ἄλλης βιοτῆς τῆς αἰωνίου ἀπαρχήν, καί σκιρτῶντες ὑμνοῦμεν τόν αἴτιον, τόν μόνον εὐλογητόν τῶν πατέρων, Θεόν καί ὑπερένδοξον.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Ὡς ὄντως ἱερά καί πανέορτος αὓτη ἡ σωτήριος νύξ καί φωταυγής, τῆς λαμπροφόρου ἡμέρας τῆς ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τό ἄχρονον φῶς ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.

ᾠδή η΄

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Αὕτη ἡ κλητή καί ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλίς καί κυρία, ἑορτῶν ἑορτή καί πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν Χριστόν εἰς τούς αἰῶνας.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, Βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν ὡς Θεόν εἰς τούς αἰῶνας.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Ἆρον κύκλῳ τούς ὀφθαλμούς σου, Σιών, καί ἴδε· ἰδού γάρ ἥκασί σοι θεοφεγγεῖς ὡς φωστῆρες ἐκ δυσμῶν καί βορρᾶ καί θαλάσσης, καί ἑῴας τά τέκνά σου, ἐν σοί εὐλογοῦντα Χριστόν εἰς τούς αἰῶνας.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Πάτερ παντοκράτορ καί Λόγε καί Πνεῦμα, τρισίν ἑνιζομένη ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καί ὑπέρθεε, εἰς σέ βεβαπτίσμεθα καί σέ εὐλογοῦμεν εἰς πάντας τούς αἰῶνας.

ᾠδή θ΄

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γάρ δόξα Κυρίου ἐπί σέ ἀνέτειλε. Χόρευε νῦν καί ἀγάλλου, Σιὼν· σύ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ’ ἡμῶν ἀψευδῶς γάρ ἐπηγγείλω ἔσεσθαι μέχρι τερμάτων αἰῶνος, Χριστέ· ἣν οἱ πιστοί ἄγκυραν ἐλπίδος κατέχοντες, ἀγαλλόμεθα.

Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε

Ὦ πάσχα τό μέγα καί ἱερώτατον, Χριστέ· ὦ Σοφία καί Λόγε, τοῦ Θεοῦ καί Δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον σοῦ μετασχεῖν ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς Βασιλείας σου.