Ι.Ν Αγίου Ιωάννου Χρυσοστόμου Πρεβέζης

Προσευχές

Η Παναγία μητέρα μας

Ζωή και ζωοποιός είναι μόνον ο Χριστός, οι χτύποι της καρδιάς είναι απλώς επιβίω­ση. Αφού λοιπόν Ζωή είναι ο Χριστός, τότε η Παναγία είναι Μητέρα της Ζωής, όπως λέει και το απολυτίκιο της Κοιμήσεως της Θεοτόκου.

Γέννησε Αυτόν που είναι η όντως Ζωή και γίνεται και για μας "εἴσοδος" εις την Ζωήν. Η αγάπη μας γι’ Αυτήν και συνεπώς η προσευχή μας προς Αυτήν έχει αποδέκτη και στόχο τον Χριστό. Η αξία της Παναγί­ας έγκειται στο ότι κρατά στα χέρια Της τον Χριστό. Από Αυτόν αποχτά αξία. Για Εκείνον μας απασχολεί και μας ενδιαφέρει. Χωρίς τον Χριστό η Παναγία δεν δέχεται την αγάπη μας και την τιμή μας. Υπάρχει εκ του Χριστού. Τιμάται από τον Χριστό. Την αγαπάμε για τον Χριστό, αφού γίνε­ται και μητέρα όλων όσων πιστεύουν στον Χριστό.

Χάριν λοιπόν του Χριστού, έχουμε γι’ Αυτήν μητρική αγάπη και απευθυνόμαστε σ’ Αυτήν ως αγαπημένο μας πρόσωπο.

Η παράκληση είναι παλαιά προσευχή προς Αυτήν, που μπορεί, με το έλεος του Χριστού, να γίνει για μας Παράκλησις (=παρηγορία) στην καθημερινότητα της ζωής μας.

Μικρός Παρακλητικός Κανόνας

στην Υπεραγία Θεοτόκο

ᾠδή α΄

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρός σέ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὦ Μῆτερ τοῦ Λόγου καί Παρθένε, τῶν δυσχερῶν καί δεινῶν με διάσωσον.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τήν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καί Θεοῦ σου, Πανάμωμε.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Σωτῆρα τεκοῦσάν σε καί Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοί γάρ νῦν προσφεύγων ἀνατείνω, καί τήν ψυ­χήν καί τήν διάνοιαν.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Νοσοῦντα τό σῶμα καί τήν ψυχήν, ἐπισκοπῆς θείας, καί προνοίας τῆς παρά σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθή ἀγαθοῦ τε λοχεύτρια.

ᾠδή γ΄

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Προστασίαν καί σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρός τόν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τό στήριγμα, μόνη πανύμνητε.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Ἱκετεύω, Παρθένε, τόν ψυχικόν τάραχον, καί τῆς ἀθυμίας τήν ζάλην, διασκεδάσαι μου, σύ γάρ, Θεόνυμφε, τόν ἀρχηγόν τῆς γαλήνης, τόν Χριστόν ἐκύησας, μόνη πανάχραντε.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Εὐεργέτην τεκοῦσα, τόν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τόν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γάρ δύνασαι, ὡς δυνα­τόν ἐν ἰσχύϊ, τόν Χριστόν κυήσασα, Θεομακάριστε.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Χαλεπαῖς ἀῤῥωστίαις, καί νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τόν ἀδαπάνητον.

ᾠδή δ΄

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Τῶν παθῶν μου τόν τάραχον, ἡ τόν κυβερνήτην τεκοῦσα Κύριον, καί τόν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Εὐσπλαγχνίας τήν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τόν εὔσπλαγχνον κυήσασα, καί Σωτῆρα πάντων τῶν ὑμνούντων σε.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Οἱ ἐλπίδα καί στήριγμα, καί τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.

ᾠδή ε΄

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τήν καρδίαν μου, τήν σήν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τόν αἴτιον.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καί τήν εἰρήνην, τήν πάντα νοῦν ὑπερέχουσαν.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Λῦσον τήν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τό θεῖον καί προαιώνιον.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Ἴασαι Ἁγνή, τῶν παθῶν μου τήν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καί τήν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

ᾠδή ς΄

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Θανάτου καί τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτόν ἐκδεδωκώς τῷ θανάτῳ, τήν τῇ φθορᾷ καί θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τόν Κύριόν σου καί Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καί φρουράν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καί ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καί δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καί ψυχῶν σε παντελῆ σωτηρίαν, καί πλατυσμόν ἐν ταῖς θλίψεσι, Κόρη, καί τῷ φωτί σου ἀεί ἀγαλλόμεθα. Ὦ Δέσποινα, καί νῦν ἡμᾶς, τῶν παθῶν καί κινδύνων διάσωσον.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καί οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεόν καί Σωτῆρα τοῦ κόσμου, καί τόν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

ᾠδή ζ΄

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Τήν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας, Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Θελητήν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνή δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τούς ἐν πίστει κραυγάζοντας, Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Θησαυρόν σωτηρίας, καί πηγήν ἀφθαρσίας, τήν σέ κυήσασαν, καί πύργον ἀσφαλείας, καί θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας, Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Σωμάτων μαλακίας, καί ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τόν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

ᾠδή η΄

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Τούς βοηθείας τῆς παρά σοῦ δεομένους, μή παρίδῃς Παρθένε, ὑμνοῦντας, καί ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Τῶν ἰαμάτων τό δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καί ὑπερυψοῦσι τόν ἄφραστόν σου τόκον.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Τάς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καί σαρκός τάς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τήν Κεχαριτωμένην.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Τῶν πειρασμῶν σύ τάς προσβολάς ἐκδιώκεις, καί παθῶν τάς ἐφόδους Παρθένε, ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τούς αἰῶνας.

ᾠδή θ΄

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Ῥοήν μου τῶν δακρύων, μή ἀποποιήσῃς, ἡ τόν παντός ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστόν κυήσασα.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Χαρᾶς μου τήν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τό πλήρωμα, τῆς ἁμαρτίας τήν λύπην, ἐξαφανίσασα.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Λιμήν καί προστασία, τῶν σοί προσφευγόντων, γενοῦ Παρθένε, καί τεῖχος ἀκράδαντον, καταφυγή τε καί σκέπη, καί ἀγαλλίαμα.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τό ζοφερόν τῆς ἀγνοίας διώκουσα, τούς εὐσεβῶς Θεοτόκον, σέ καταγγέλλοντας.

Ὑπεραγία Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν

Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.

Κατηγορία: /